θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών; Κρέων ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω. Ἀντιγόνη τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ· οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ. καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται. Κρέων σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. Ἀντιγόνη ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα. Κρέων σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς; Ἀντιγόνη οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. Κρέων οὔκουν ὅμαιμος χὠ καταντίον θανών; Ἀντιγόνη ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός. Κρέων πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν; Ἀντιγόνη οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς. Κρέων εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ. Ἀντιγόνη οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο. Κρέων πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ. Ἀντιγόνη ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ. Κρέων ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. Ἀντιγόνη τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε; Κρέων οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος. Ἀντιγόνη οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.