ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις· σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας. αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο, νόμους ὑπερβαίνουσα τοὺς προκειμένους· ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν. ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ, εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη. ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ, αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν. φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων· μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ. Ἀντιγόνη θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών; Κρέων ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω. Ἀντιγόνη τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ· οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ. καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον