καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή. Κρέων σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις ἔξω βαρείας αἰτίας ἐλεύθερον· σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως, ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε; Ἀντιγόνη ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν. Κρέων καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους; Ἀντιγόνη οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους. οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν. οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη. τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ; κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω. ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς ζῇ, πῶς ὅδʼ οὐχὶ κατθανὼν κέρδος φέρει; οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν, κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι. σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω. Χορός δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς.