ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοις κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου. χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος, πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον. καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος. οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰς ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο, ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα. τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν ἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖν ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας. Κρέων σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα, φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε;