καὶ ἐν ἀφροσύνῃ καθελόντες; Φύλαξ ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη· τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων; Χορός ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ. Κρέων τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ; Φύλαξ ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον. ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶ σχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼ ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας χαρὰ ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, διʼ ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδʼ, ἣ καθῃρέθη τάφον κοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο, ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε. καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼν καὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθερος δίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν. Κρέων ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών; Φύλαξ αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι. Κρέων ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς; Φύλαξ ταύτην γʼ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν ἀπεῖπας. ἆρʼ ἔνδηλα καὶ σαφῆ λέγω; Κρέων καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη; Φύλαξ τοιοῦτον ἦν τὸ πρᾶγμʼ. ὅπως γὰρ ἥκομεν, πρὸς σοῦ τὰ δείνʼ ἐκεῖνʼ ἐπηπειλημένοι, πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, καθήμεθʼ ἄκρων ἐκ πάγων ὑπήνεμοι, ὀσμὴν ἀπʼ αὐτοῦ μὴ βάλοι πεφευγότες,