ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν οὔρειόν τʼ ἀκμῆτα ταῦρον. Χορός καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη παντοπόρος· ἄπορος ἐπʼ οὐδὲν ἔρχεται τὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται· νόσων δʼ ἀμηχάνων φυγὰς ξυμπέφρασται. Χορός σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδʼ ἔχων τοτὲ μὲν κακόν, ἄλλοτʼ ἐπʼ ἐσθλὸν ἕρπει, νόμους γεραίρων χθονὸς θεῶν τʼ ἔνορκον δίκαν, ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν ξύνεστι τόλμας χάριν. μήτʼ ἐμοὶ παρέστιος γένοιτο μήτʼ ἴσον φρονῶν ὃς τάδʼ ἔρδει. Χορός ἐς δαιμόνιον τέρας ἀμφινοῶ τόδε· πῶς εἰδὼς ἀντιλογήσω τήνδʼ οὐκ εἶναι παῖδʼ Ἀντιγόνην. ὦ δύστηνος καὶ δυστήνου πατρὸς Οἰδιπόδα, τί ποτʼ; οὐ δή που σέ γʼ ἀπιστοῦσαν τοῖς βασιλείοισιν ἄγουσι νόμοις καὶ ἐν ἀφροσύνῃ καθελόντες; Φύλαξ ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη· τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων; Χορός ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ. Κρέων τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ; Φύλαξ ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον.