οἴμʼ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ. Φύλαξ οὔκουν τό γʼ ἔργον τοῦτο ποιήσας ποτέ. Κρέων καὶ ταῦτʼ ἐπʼ ἀργύρῳ γε τὴν ψυχὴν προδούς. Φύλαξ φεῦ· ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν. Κρέων κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθʼ ὅτι τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται. Φύλαξ ἀλλʼ εὑρεθείη μὲν μάλιστʼ· ἐὰν δέ τοι ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ, οὐκ ἔσθʼ ὅπως ὄψει σὺ δεῦρʼ ἐλθόντα με· καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τʼ ἐμῆς σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν. Χορός πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει. τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ χωρεῖ, περιβρυχίοισιν περῶν ὑπʼ οἴδμασιν. θεῶν τε τὰν ὑπερτάταν, Γᾶν ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος ἱππείῳ γένει πολεύων. Χορός κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τʼ εἰναλίαν φύσιν σπείραισι δικτυοκλώστοις, περιφραδὴς ἀνήρ· κρατεῖ δὲ μηχαναῖς ἀγραύλου θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θʼ