<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="31">τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ</l><l n="32">κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντʼ ἔχειν,</l><l n="33">καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν</l><l n="34">σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγειν</l><l n="35">οὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ,</l><l n="36">φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει.</l><l n="37">οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα</l><l n="38">εἴτʼ εὐγενὴς πέφυκας εἴτʼ ἐσθλῶν κακή.</l></sp><milestone unit="card" n="39"/><sp><speaker>Ἰσμήνη</speaker><l n="39">τί δʼ, ὦ ταλαῖφρον, εἰ τάδʼ ἐν τούτοις, ἐγὼ</l><l n="40">λύουσʼ ἂν ἢ ʼφάπτουσα προσθείμην πλέον;</l></sp><sp><speaker>Ἀντιγόνη</speaker><l n="41">εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει.</l></sp><sp><speaker>Ἰσμήνη</speaker><l n="42">ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτʼ εἶ;</l></sp><sp><speaker>Ἀντιγόνη</speaker><l n="43">εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί.</l></sp><sp><speaker>Ἰσμήνη</speaker><l n="44">ἦ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει;</l></sp><sp><speaker>Ἀντιγόνη</speaker><l n="45">τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς</l><l n="46">ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσʼ ἁλώσομαι.</l></sp><sp><speaker>Ἰσμήνη</speaker><l n="47">ὦ σχετλία, Κρέοντος ἀντειρηκότος;</l></sp><sp><speaker>Ἀντιγόνη</speaker><l n="48">ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν μʼ εἴργειν μέτα.</l></sp><sp><speaker>Ἰσμήνη</speaker><l n="49">οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ</l><l n="50">ὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο,</l><l n="51">πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς</l><l n="52">ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί.</l><l n="53">ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος,</l><l n="54">πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον·</l><l n="55">τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραν</l><l n="56">αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον</l><l n="57">κοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν.</l><l n="58">νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει</l><l n="59">ὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳ</l><l n="60">ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.</l></sp></div></div></body></text></TEI>