τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντʼ ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγειν οὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ, φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα εἴτʼ εὐγενὴς πέφυκας εἴτʼ ἐσθλῶν κακή. Ἰσμήνη τί δʼ, ὦ ταλαῖφρον, εἰ τάδʼ ἐν τούτοις, ἐγὼ λύουσʼ ἂν ἢ ʼφάπτουσα προσθείμην πλέον; Ἀντιγόνη εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει. Ἰσμήνη ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτʼ εἶ; Ἀντιγόνη εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. Ἰσμήνη ἦ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει; Ἀντιγόνη τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσʼ ἁλώσομαι. Ἰσμήνη ὦ σχετλία, Κρέοντος ἀντειρηκότος; Ἀντιγόνη ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν μʼ εἴργειν μέτα. Ἰσμήνη οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ ὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο, πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί. ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον· τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραν αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον κοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν. νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει ὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳ ψῆφον τυράννων ἢ κράτη παρέξιμεν.