οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθʼ ὕβριν, ἵνʼ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτι οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν. ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους. Φύλαξ εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω; Κρέων οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις; Φύλαξ ἐν τοῖσιν ὠσὶν ἢ ʼπὶ τῇ ψυχῇ δάκνει; Κρέων τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου; Φύλαξ ὁ δρῶν σʼ ἀνιᾷ τὰς φρένας, τὰ δʼ ὦτʼ ἐγώ. Κρέων οἴμʼ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ. Φύλαξ οὔκουν τό γʼ ἔργον τοῦτο ποιήσας ποτέ. Κρέων καὶ ταῦτʼ ἐπʼ ἀργύρῳ γε τὴν ψυχὴν προδούς. Φύλαξ φεῦ· ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν. Κρέων κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθʼ ὅτι τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται. Φύλαξ ἀλλʼ εὑρεθείη μὲν μάλιστʼ· ἐὰν δέ τοι ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ, οὐκ ἔσθʼ ὅπως ὄψει σὺ δεῦρʼ ἐλθόντα με· καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τʼ ἐμῆς σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν. Χορός πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει. τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ χωρεῖ, περιβρυχίοισιν περῶν ὑπʼ οἴδμασιν. θεῶν τε τὰν ὑπερτάταν, Γᾶν