<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="293">ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς</l><l n="294">παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.</l><l n="295">οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος</l><l n="296">κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις</l><l n="297">πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων·</l><l n="298">τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας</l><l n="299">χρηστὰς πρὸς αἰσχρὰ πράγμαθʼ ἵστασθαι βροτῶν·</l><l n="300">πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν</l><l n="301">καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.</l><l n="302">ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,</l><l n="303">χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην.</l><l n="304">ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας,</l><l n="305">εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω·</l><l n="306">εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου</l><l n="307">εὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς,</l><l n="308">οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν</l><l n="309">ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθʼ ὕβριν,</l><l n="310">ἵνʼ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον</l><l n="311">τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτι</l><l n="312">οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.</l><l n="313">ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας</l><l n="314">ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.</l></sp><milestone unit="card" n="315"/><sp><speaker>Φύλαξ</speaker><l n="315">εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω;</l></sp><sp><speaker>Κρέων</speaker><l n="316">οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;</l></sp><sp><speaker>Φύλαξ</speaker><l n="317">ἐν τοῖσιν ὠσὶν ἢ ʼπὶ τῇ ψυχῇ δάκνει;</l></sp><sp><speaker>Κρέων</speaker><l n="318">τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;</l></sp><sp><speaker>Φύλαξ</speaker><l n="319">ὁ δρῶν σʼ ἀνιᾷ τὰς φρένας, τὰ δʼ ὦτʼ ἐγώ.</l></sp></div></div></body></text></TEI>