ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων· τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγμαθʼ ἵστασθαι βροτῶν· πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην. ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω· εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς, οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθʼ ὕβριν, ἵνʼ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτι οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν. ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους. Φύλαξ εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω; Κρέων οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις; Φύλαξ ἐν τοῖσιν ὠσὶν ἢ ʼπὶ τῇ ψυχῇ δάκνει; Κρέων τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου; Φύλαξ ὁ δρῶν σʼ ἀνιᾷ τὰς φρένας, τὰ δʼ ὦτʼ ἐγώ.