ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον τοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαι Κρέων παῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων, μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα. λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας ναοὺς πυρώσων ἦλθε κἀναθήματα καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς; οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷ λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων· τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας χρηστὰς πρὸς αἰσχρὰ πράγμαθʼ ἵστασθαι βροτῶν· πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην. ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω· εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου εὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς,