<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="266">τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι</l><l n="267">τὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ.</l><l n="268">τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,</l><l n="269">λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα</l><l n="270">νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν</l><l n="271">οὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶς</l><l n="272">πράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέον</l><l n="273">σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.</l><l n="274">καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα</l><l n="275">πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν.</l><l n="276">πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι·</l><l n="277">στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.</l></sp><milestone unit="card" n="278"/><sp><speaker>Χορός</speaker><l n="278">ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον</l><l n="279">τοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαι</l></sp><sp><speaker>Κρέων</speaker><l n="280">παῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων,</l><l n="281">μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.</l><l n="282">λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων</l><l n="283">πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.</l><l n="284">πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην</l><l n="285">ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας</l><l n="286">ναοὺς πυρώσων ἦλθε κἀναθήματα</l><l n="287">καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;</l><l n="288">ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;</l><l n="289">οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως</l><l n="290">ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί,</l><l n="291">κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷ</l><l n="292">λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.</l></sp></div></div></body></text></TEI>