τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε; Φύλαξ οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν πλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ καὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένη τροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν. ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν. ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ, λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις· σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶν ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο. λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί, φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο πληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι. ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν, τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι τὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ. τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον, λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν οὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶς πράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέον σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον. καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι· στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.