<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="239">πρᾶγμʼ οὔτʼ ἔδρασʼ οὔτʼ εἶδον ὅστις ἦν ὁ δρῶν,</l><l n="240">οὐδʼ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι.</l></sp><sp><speaker>Κρέων</speaker><l n="241">εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ</l><l n="242">τὸ πρᾶγμα· δηλοῖς δʼ ὥς τι σημανῶν νέον.</l></sp><sp><speaker>Φύλαξ</speaker><l n="243">τὰ δεινὰ γάρ τοι προστίθησʼ ὄκνον πολύν.</l></sp><sp><speaker>Κρέων</speaker><l n="244">οὔκουν ἐρεῖς ποτʼ, εἶτʼ ἀπαλλαχθεὶς ἄπει;</l></sp><sp><speaker>Φύλαξ</speaker><l n="245">καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως</l><l n="246">θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν</l><l n="247">κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή·</l></sp><sp><speaker>Κρέων</speaker><l n="248">τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;</l></sp><sp><speaker>Φύλαξ</speaker><l n="249">οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν</l><l n="250">πλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ</l><l n="251">καὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένη</l><l n="252">τροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν.</l><l n="253">ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος</l><l n="254">δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.</l><l n="255">ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ,</l><l n="256">λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις·</l><l n="257">σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶν</l><l n="258">ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.</l><l n="259">λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,</l><l n="260">φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο</l><l n="261">πληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν.</l><l n="262">εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,</l><l n="263">κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι.</l><l n="264">ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν</l><l n="265">καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,</l></sp></div></div></body></text></TEI>