πρᾶγμʼ οὔτʼ ἔδρασʼ οὔτʼ εἶδον ὅστις ἦν ὁ δρῶν, οὐδʼ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. Κρέων εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ τὸ πρᾶγμα· δηλοῖς δʼ ὥς τι σημανῶν νέον. Φύλαξ τὰ δεινὰ γάρ τοι προστίθησʼ ὄκνον πολύν. Κρέων οὔκουν ἐρεῖς ποτʼ, εἶτʼ ἀπαλλαχθεὶς ἄπει; Φύλαξ καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή· Κρέων τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε; Φύλαξ οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν πλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ καὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένη τροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν. ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν. ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ, λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις· σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶν ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο. λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί, φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο πληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι. ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν,