<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="212">τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει·</l><l n="213">νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι</l><l n="214">καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.</l></sp><sp><speaker>Κρέων</speaker><l n="215">ὡς ἂν σκοποὶ νῦν εἶτε τῶν εἰρημένων.</l></sp><sp><speaker>Χορός</speaker><l n="216">νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.</l></sp><sp><speaker>Κρέων</speaker><l n="217">ἀλλʼ εἴσʼ ἕτοιμοι τοῦ νεκροῦ γʼ ἐπίσκοποι.</l></sp><sp><speaker>Χορός</speaker><l n="218">τί δῆτʼ ἂν ἄλλο τοῦτʼ ἐπεντέλλοις ἔτι;</l></sp><sp><speaker>Κρέων</speaker><l n="219">τὸ μὴ ʼπιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.</l></sp><sp><speaker>Χορός</speaker><l n="220">οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ.</l></sp><sp><speaker>Κρέων</speaker><l n="221">καὶ μὴν ὁ μισθός γʼ, οὗτος· ἀλλʼ ὑπʼ ἐλπίδων</l><l n="222">ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.</l></sp><sp><speaker>Φύλαξ</speaker><l n="223">ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο</l><l n="224">δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.</l><l n="225">πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις,</l><l n="226">ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·</l><l n="227">ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·</l><l n="228">τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;</l><l n="229">τλήμων, μενεῖς αὖ; κεἰ τάδʼ εἴσεται Κρέων</l><l n="230">ἄλλου παρʼ ἀνδρός; πῶς σὺ δῆτʼ οὐκ ἀλγύνει;</l><l n="231">τοιαῦθʼ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.</l><l n="232">χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.</l><l n="233">τέλος γε μέντοι δεῦρʼ ἐνίκησεν μολεῖν</l><l n="234">σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δʼ ὅμως·</l><l n="235">τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος,</l><l n="236">τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.</l></sp><milestone unit="card" n="237"/><sp><speaker>Κρέων</speaker><l n="237">τί δʼ ἐστὶν ἀνθʼ οὗ τήνδʼ ἔχεις ἀθυμίαν;</l></sp><sp><speaker>Φύλαξ</speaker><l n="238">φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ</l></sp></div></div></body></text></TEI>