θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. τοιοῖσδʼ ἐγὼ νόμοισι τήνδʼ αὔξω πόλιν, καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω ἀστοῖσι παίδων τῶν ἀπʼ Οἰδίπου πέρι· Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν ὄλωλε τῆσδε, πάντʼ ἀριστεύσας δόρει, τάφῳ τε κρύψαι καὶ τὰ πάντʼ ἀφαγνίσαι ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς. τὸν δʼ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω, ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ πρῆσαι κατʼ ἄκρας, ἠθέλησε δʼ αἵματος κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν, τοῦτον πόλει τῇδʼ ἐκκεκήρυκται τάφῳ μήτε κτερίζειν μήτε κωκῦσαί τινα, ἐᾶν δʼ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τʼ ἰδεῖν. τοιόνδʼ ἐμὸν φρόνημα, κοὔποτʼ ἔκ γʼ ἐμοῦ τιμὴν προέξουσʼ οἱ κακοὶ τῶν ἐνδίκων· ἀλλʼ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται. Χορός σοὶ ταῦτʼ ἀρέσκει, παῖ Μενοικέως Κρέον, τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει· νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι. Κρέων ὡς ἂν σκοποὶ νῦν εἶτε τῶν εἰρημένων. Χορός νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες. Κρέων ἀλλʼ εἴσʼ ἕτοιμοι τοῦ νεκροῦ γʼ ἐπίσκοποι.