χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων, ὅτι σύγκλητον τήνδε γερόντων προὔθετο λέσχην, κοινῷ κηρύγματι πέμψας; Κρέων ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν. ὑμᾶς δʼ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα ἔστειλʼ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη, τοῦτʼ αὖθις, ἡνίκʼ Οἰδίπους ὤρθου πόλιν, κἀπεὶ διώλετʼ, ἀμφὶ τοὺς κείνων ἔτι παῖδας μένοντας ἐμπέδοις φρονήμασιν. ὅτʼ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν καθʼ ἡμέραν ὤλοντο παίσαντές τε καὶ πληγέντες αὐτόχειρι σὺν μιάσματι, ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω γένους κατʼ ἀγχιστεῖα τῶν ὀλωλότων. ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων, ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει, κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί, οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς