αἰαῖ, ὀλωλότʼ ἄνδρʼ ἐπεξειργάσω. τί φής, παῖ; τίνʼ αὖ λέγεις μοι νέον, αἰαῖ αἰαῖ, σφάγιον ἐπʼ ὀλέθρῳ γυναικεῖον ἀμφικεῖσθαι μόρον; Χορός ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι. Κρέων οἴμοι, κακὸν τόδʼ ἄλλο δεύτερον βλέπω τάλας. τίς ἄρα, τίς με πότμος ἔτι περιμένει; ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον, τάλας, τὸν δʼ ἔναντα προσβλέπω νεκρόν. φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον. Ἐξάγγελος ἡ δʼ ὀξυθήκτῳ βωμία περὶ ξίφει λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος, αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ. Κρέων αἰαῖ αἰαῖ, ἀνέπταν φόβῳ. τί μʼ οὐκ ἀνταίαν ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει; δείλαιος ἐγώ, αἰαῖ, δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ. Ἐξάγγελος ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων πρὸς τῆς θανούσης τῆσδʼ ἐπεσκήπτου μόρων. Κρέων ποίῳ δὲ κἀπελύσατʼ ἐν φοναῖς τρόπῳ; Ἐξάγγελος παίσασ' ὑφʼ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως παιδὸς τόδʼ ᾔσθετʼ ὀξυκώκυτον πάθος. Κρέων ὤμοι μοι, τάδʼ οὐκ ἐπʼ ἄλλον βροτῶν ἐμᾶς ἁρμόσει ποτʼ ἐξ αἰτίας. ἐγὼ γάρ σʼ ἐγὼ ἔκανον, ὢ μέλεος,