ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν πολλῷ ῥεύματι προσνισσομένους χρυσοῦ καναχῆς ὑπεροπλίαις, παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων ἐπʼ ἄκρων ἤδη νίκην ὁρμῶντʼ ἀλαλάξαι. Χορός ἀντιτύπᾳ δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶς πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ βακχεύων ἐπέπνει ῥιπαῖς ἐχθίστων ἀνέμων. εἶχε δʼ ἄλλᾳ τὰ μέν, ἄλλα δʼ ἐπʼ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης δεξιόσειρος. Χορός ἑπτὰ λοχαγοὶ γὰρ ἐφʼ ἑπτὰ πύλαις ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη, πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς μητρός τε μιᾶς φύντε καθʼ αὑτοῖν δικρατεῖς λόγχας στήσαντʼ ἔχετον κοινοῦ θανάτου μέρος ἄμφω. Χορός ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ, ἐκ μὲν δὴ πολέμων τῶν νῦν θέσθαι λησμοσύναν, θεῶν δὲ ναοὺς χοροῖς παννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δʼ ἐλελίχθων Βάκχιος ἄρχοι. Χορός ἀλλʼ ὅδε γὰρ δὴ βασιλεὺς χώρας, Κρέων ὁ Μενοικέως ἄρχων νεοχμὸς νεαραῖσι θεῶν ἐπὶ συντυχίαις