εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών. Κρέων ἰὼ φρενῶν δυσφρόνων ἁμαρτήματα στερεὰ θανατόεντʼ, ὦ κτανόντας τε καὶ θανόντας βλέποντες ἐμφυλίους. ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων. ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ αἰαῖ αἰαῖ, ἔθανες, ἀπελύθης ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις. Χορός οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν. Κρέων οἴμοι, ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳ θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς, οἴμοι, λακπάτητον ἀντρέπων χαράν. φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι. Ἐξάγγελος ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος, τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοις ἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά. Κρέων τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι; Ἐξάγγελος γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ, δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν. Κρέων ἰώ. ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν, τί μʼ ἄρα τί μʼ ὀλέκεις; ὦ κακάγγελτά μοι προπέμψας ἄχη, τίνα θροεῖς λόγον;