νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης; ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι. τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς, πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται. καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν λευκῇ παρειᾷ φοινίου σταλάγματος. κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις, δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν. Χορός τί τοῦτʼ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον. Ἄγγελος καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους οὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν. γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν. Χορός οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή. Ἄγγελος ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ, δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις. καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος. Χορός καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων,