<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1211">ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ,</l><l n="1212">ἆρʼ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην</l><l n="1213">κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;</l><l n="1214">παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,</l><l n="1215">ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ</l><l n="1216">ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ</l><l n="1217">δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος</l><l n="1218">φθόγγον συνίημʼ ἢ θεοῖσι κλέπτομαι.</l></sp><milestone unit="card" n="1219"/><sp><speaker>Ἄγγελος</speaker><l n="1219">τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων</l><l n="1220">ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι</l><l n="1221">τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,</l><l n="1222">βρόχῳ μιτώδει σινδόνος καθημμένην,</l><l n="1223">τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,</l><l n="1224">εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν</l><l n="1225">καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.</l><l n="1226">ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω</l><l n="1227">χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·</l><l n="1228">ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα</l><l n="1229">νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;</l><l n="1230">ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.</l><l n="1231">τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,</l><l n="1232">πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους</l><l n="1233">ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου</l><l n="1234">πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος</l><l n="1235">αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς</l><l n="1236">ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν</l><l n="1237">ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.</l></sp></div></div></body></text></TEI>