ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ, ἆρʼ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν; παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι, ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος φθόγγον συνίημʼ ἢ θεοῖσι κλέπτομαι. Ἄγγελος τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν, βρόχῳ μιτώδει σινδόνος καθημμένην, τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον, εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος. ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ· ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης; ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι. τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς, πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.