<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1184">πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς</l><l n="1185">ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.</l><l n="1186">καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης</l><l n="1187">χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ</l><l n="1188">βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι</l><l n="1189">δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι.</l><l n="1190">ἀλλʼ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·</l><l n="1191">κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι.</l></sp><sp><speaker>Ἄγγελος</speaker><l n="1192">ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ</l><l n="1193">κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.</l><l n="1194">τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερον</l><l n="1195">ψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί.</l><l n="1196">ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει</l><l n="1197">πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς</l><l n="1198">κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·</l><l n="1199">καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν</l><l n="1200">Πλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖν</l><l n="1201">λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν</l><l n="1202">θαλλοῖς ὃ δὴ 'λέλειπτο συγκατῄθομεν,</l><l n="1203">καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς</l><l n="1204">χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης</l><l n="1205">νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.</l><l n="1206">φωνῆς δʼ ἄπωθεν ὀρθίων κωκυμάτων</l><l n="1207">κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,</l><l n="1208">καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.</l><l n="1209">τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆς</l><l n="1210">ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δʼ ἔπος</l></sp></div></div></body></text></TEI>