καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. Χορός τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων; Ἄγγελος τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν. Χορός καὶ τίς φονεύει; τίς δʼ ὁ κείμενος; λέγε. Ἄγγελος Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται. Χορός πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός; Ἄγγελος αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου. Χορός ὦ μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας. Ἄγγελος ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα. Χορός καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα. Εὐρυδίκη ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς ὅπως ἱκοίμην εὐγμάτων προσήγορος. καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι. ἀλλʼ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε· κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι. Ἄγγελος ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος. τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερον ψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί. ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·