οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ. τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί· καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ, σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα λαβών τε χώρας παντελῆ μοναρχίαν ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ· καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. Χορός τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων; Ἄγγελος τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν. Χορός καὶ τίς φονεύει; τίς δʼ ὁ κείμενος; λέγε. Ἄγγελος Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται. Χορός πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός; Ἄγγελος αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου. Χορός ὦ μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας. Ἄγγελος ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα. Χορός καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα. Εὐρυδίκη ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην