Δῃοῦς ἐν κόλποις, Βακχεῦ Βακχᾶν ὁ ματρόπολιν Θήβαν ναιετῶν παρʼ ὑγρῶν Ἰσμηνοῦ ῥείθρων ἀγρίου τʼ ἐπὶ σπορᾷ δράκοντος. Χορός σὲ δʼ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε λιγνύς, ἔνθα Κωρύκιαι στείχουσι νύμφαι Βακχίδες, Κασταλίας τε νᾶμα. καί σε Νυσαίων ὀρέων κισσήρεις ὄχθαι χλωρά τʼ ἀκτὰ πολυστάφυλος πέμπει, ἀμβρότων ἐπέων εὐαζόντων Θηβαΐας ἐπισκοποῦντʼ ἀγυιάς· Χορός τὰν ἐκ πᾶσαι τιμᾷς ὑπερτάταν πόλεων ματρὶ σὺν κεραυνίᾳ· καὶ νῦν, ὡς βιαίας ἔχεται πάνδαμος πόλις ἐπὶ νόσου, μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺν ἢ στονόεντα πορθμόν. Χορός ἰὼ πῦρ πνειόντων χοράγʼ ἄστρων, νυχίων φθεγμάτων ἐπίσκοπε, παῖ Διὸς γένεθλον, προφάνηθʼ, ὦναξ, σαῖς ἅμα περιπόλοις Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσι τὸν ταμίαν Ἴακχον. Ἄγγελος Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίον