<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1013">φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα.</l><l n="1014">ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ.</l><l n="1015">καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις.</l><l n="1016">βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς</l><l n="1017">πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς</l><l n="1018">τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.</l><l n="1019">κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι</l><l n="1020">θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα,</l><l n="1021">οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς</l><l n="1022">ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.</l><l n="1023">ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ</l><l n="1024">τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·</l><l n="1025">ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ</l><l n="1026">ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν</l><l n="1027">πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ.</l><l n="1028">αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει.</l><l n="1029">ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα</l><l n="1030">κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν;</l><l n="1031">εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ</l><l n="1032">ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.</l></sp><milestone unit="card" n="1033"/><sp><speaker>Κρέων</speaker><l n="1033">ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ</l><l n="1034">τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς</l><l n="1035">ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους</l><l n="1036">ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.</l><l n="1037">κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων</l><l n="1038">ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν</l><l n="1039">χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε,</l></sp></div></div></body></text></TEI>