φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα. ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ. καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου. κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα, οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος. ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν· ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ. αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει. ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν; εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι. Κρέων ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι. κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε,