ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν Θήβᾳ τῶν προτέρων φάος, ἐφάνθης ποτʼ, ὦ χρυσέας ἁμέρας βλέφαρον, Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα, τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ· Χορός ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων ὀξέα κλάζων ἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα, λευκῆς χιόνος πτέρυγι στεγανός, πολλῶν μεθʼ ὅπλων ξύν θʼ ἱπποκόμοις κορύθεσσιν. Χορός στὰς δʼ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ λόγχαις ἑπτάπυλον στόμα ἔβα, πρίν ποθʼ ἁμετέρων αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων πευκάενθʼ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτʼ ἐτάθη πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος. Χορός Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν πολλῷ ῥεύματι προσνισσομένους χρυσοῦ καναχῆς ὑπεροπλίαις, παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων ἐπʼ ἄκρων ἤδη νίκην ὁρμῶντʼ ἀλαλάξαι. Χορός ἀντιτύπᾳ δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶς πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ βακχεύων ἐπέπνει ῥιπαῖς ἐχθίστων ἀνέμων. εἶχε δʼ ἄλλᾳ τὰ μέν, ἄλλα δʼ ἐπʼ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης δεξιόσειρος. Χορός ἑπτὰ λοχαγοὶ γὰρ ἐφʼ ἑπτὰ πύλαις ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη, πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς μητρός τε μιᾶς φύντε καθʼ αὑτοῖν δικρατεῖς λόγχας στήσαντʼ ἔχετον κοινοῦ θανάτου μέρος ἄμφω. Χορός ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ, ἐκ μὲν δὴ πολέμων τῶν νῦν θέσθαι λησμοσύναν, θεῶν δὲ ναοὺς χοροῖς παννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δʼ ἐλελίχθων Βάκχιος ἄρχοι. Χορός ἀλλʼ ὅδε γὰρ δὴ βασιλεὺς χώρας, Κρέων ὁ Μενοικέως ἄρχων νεοχμὸς νεαραῖσι θεῶν ἐπὶ συντυχίαις χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων, ὅτι σύγκλητον τήνδε γερόντων προὔθετο λέσχην, κοινῷ κηρύγματι πέμψας; Κρέων ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν. ὑμᾶς δʼ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα ἔστειλʼ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη, τοῦτʼ αὖθις, ἡνίκʼ Οἰδίπους ὤρθου πόλιν, κἀπεὶ διώλετʼ, ἀμφὶ τοὺς κείνων ἔτι παῖδας μένοντας ἐμπέδοις φρονήμασιν. ὅτʼ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν καθʼ ἡμέραν ὤλοντο παίσαντές τε καὶ πληγέντες αὐτόχειρι σὺν μιάσματι, ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω γένους κατʼ ἀγχιστεῖα τῶν ὀλωλότων. ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων, ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει, κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί, οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. τοιοῖσδʼ ἐγὼ νόμοισι τήνδʼ αὔξω πόλιν, καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω ἀστοῖσι παίδων τῶν ἀπʼ Οἰδίπου πέρι· Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν ὄλωλε τῆσδε, πάντʼ ἀριστεύσας δόρει, τάφῳ τε κρύψαι καὶ τὰ πάντʼ ἀφαγνίσαι ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς. τὸν δʼ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω, ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ πρῆσαι κατʼ ἄκρας, ἠθέλησε δʼ αἵματος κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν, τοῦτον πόλει τῇδʼ ἐκκεκήρυκται τάφῳ μήτε κτερίζειν μήτε κωκῦσαί τινα, ἐᾶν δʼ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας