<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1">ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα,</l><l n="2">ἆρʼ οἶσθʼ ὅ τι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶν</l><l n="3">ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ;</l><l n="4">οὐδὲν γὰρ οὔτʼ ἀλγεινὸν οὔτʼ ἄτης ἄτερ</l><l n="5">οὔτʼ αἰσχρὸν οὔτʼ ἄτιμόν ἐσθʼ, ὁποῖον οὐ</l><l n="6">τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπʼ ἐγὼ κακῶν.</l><l n="7">καὶ νῦν τί τοῦτʼ αὖ φασι πανδήμῳ πόλει</l><l n="8">κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως;</l><l n="9">ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει</l><l n="10">πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά;</l></sp><sp><speaker>Ἰσμήνη</speaker><l n="11">ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων</l><l n="12">οὔθʼ ἡδὺς οὔτʼ ἀλγεινὸς ἵκετʼ ἐξ ὅτου</l><l n="13">δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο,</l><l n="14">μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί·</l><l n="15">ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς</l><l n="16">ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδʼ ὑπέρτερον,</l><l n="17">οὔτʼ εὐτυχοῦσα μᾶλλον οὔτʼ ἀτωμένη.</l></sp><sp><speaker>Ἀντιγόνη</speaker><l n="18">ᾔδη καλῶς, καί σʼ ἐκτὸς αὐλείων πυλῶν</l><l n="19">τοῦδʼ οὕνεκʼ ἐξέπεμπον, ὡς μόνη κλύοις.</l></sp><sp><speaker>Ἰσμήνη</speaker><l n="20">τί δʼ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσʼ ἔπος.</l></sp><sp><speaker>Ἀντιγόνη</speaker><l n="21">οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων</l><l n="22">τὸν μὲν προτίσας, τὸν δʼ ἀτιμάσας ἔχει;</l><l n="23">Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης</l><l n="24">χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς</l><l n="25">ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς·</l><l n="26">τὸν δʼ ἀθλίως θανόντα Πολυνείκους νέκυν</l><l n="27">ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ</l><l n="28">τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα,</l><l n="29">ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν</l><l n="30">θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς.</l></sp></div></div></body></text></TEI>