πᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι. Δηιάνειρα χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γʼ εὖ πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ. Χορός ὃν αἰόλα νὺξ ἐναριζομένα τίκτει κατευνάζει τε, φλογιζόμενον Ἅλιον Ἅλιον αἰτῶ τοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖς ναίει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων, ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς, εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα. Χορός ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι τὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί, οἷά τινʼ ἄθλιον ὄρνιν, οὔποτʼ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλʼ εὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰν δύστανον ἐλπίζουσαν αἶσαν. Χορός πολλὰ γὰρ ὥστʼ ἀκάμαντος ἢ νότου ἢ βορέα τις κύματʼ ἂν εὐρέϊ πόντῳ βάντʼ ἐπιόντα τʼ ἴδοι, οὕτῶ δὲ τὸν Καδμογενῆ στρέφει, τὸ δʼ αὔξει, βιότου πολύπονον ὥσπερ πέλαγος Κρήσιον. ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδα σφε δόμων ἐρύκει. Χορός ὧν ἐπιμεμφομένα σʼ αἰδοῖα μέν, ἀντία δʼ οἴσω. φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν χρῆναί σʼ· ἀνάλγητα γὰρ οὐδʼ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας· ἀλλʼ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷον ἄρκτου στροφάδες κέλευθοι. μένει γὰρ οὔτʼ αἰόλα Χορός νὺξ βροτοῖσιν οὔτε κῆρες