<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="31">κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,</l><l n="32">γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,</l><l n="33">σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.</l><l n="34">τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων</l><l n="35">αἰεὶ τὸν ἄνδρʼ ἔπεμπε λατρεύοντά τῳ.</l><l n="36">νῦν δʼ ἡνίκʼ ἄθλων τῶνδʼ ὑπερτελὴς ἔφυ,</l><l n="37">ἐνταῦθα δὴ μάλιστα ταρβήσασʼ ἔχω.</l><l n="38">ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,</l><l n="39">ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδʼ ἀνάστατοι</l><l n="40">ξένῳ παρʼ ἀνδρὶ ναίομεν, κεῖνος δʼ ὅπου</l><l n="41">βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰς</l><l n="42">ὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται.</l><l n="43">σχεδὸν δʼ ἐπίσταμαί τι πῆμʼ ἔχοντά νιν·</l><l n="44">χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλʼ ἤδη δέκα</l><l n="45">μῆνας πρὸς ἄλλοις πέντʼ ἀκήρυκτος μένει.</l><l n="46">κἀστίν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ</l><l n="47">δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ</l><l n="48">θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.</l></sp><milestone unit="card" n="49"/><sp><speaker>Θεράπαινα</speaker><l n="49">δέσποινα Δῃάνειρα, πολλὰ μέν σʼ ἐγὼ</l><l n="50">κατεῖδον ἤδη πανδάκρυτʼ ὀδύρματα</l><l n="51">τὴν Ἡράκλειον ἔξοδον γοωμένην·</l><l n="52">νῦν δʼ, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν</l><l n="53">γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν·</l><l n="54">πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ</l><l n="55">ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,</l><l n="56">μάλιστα δʼ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς</l><l n="57">νέμοι τινʼ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;</l><l n="58">ἐγγὺς δʼ ὅδʼ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,</l><l n="59">ὥστʼ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,</l><l n="60">πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τʼ ἐμοῖς λόγοις.</l></sp></div></div></body></text></TEI>