φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον· χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις. Λίχας ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα, γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς πράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη. Δηιάνειρα ὦ φίλτατʼ ἀνδρῶν, πρῶθʼ ἃ πρῶτα βούλομαι δίδαξον, εἰ ζῶνθʼ Ἡρακλῆ προσδέξομαι. Λίχας ἔγωγέ τοι σφʼ ἔλειπον ἰσχύοντά τε καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν. Δηιάνειρα ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε. Λίχας ἀκτή τις ἔστʼ Εὐβοιίς, ἔνθʼ ὁρίζεται βωμοὺς τέλη τʼ ἔγκαρπα Κηναίῳ Διί. Δηιάνειρα εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός; Λίχας εὐχαῖς ὅθʼ ᾕρει τῶνδʼ ἀνάστατον δορὶ χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν. Δηιάνειρα αὗται δέ, πρὸς θεῶν, τοῦ ποτʼ εἰσὶ καὶ τίνες; οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με. Λίχας ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν ἐξείλεθʼ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν. Δηιάνειρα ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον; Λίχας οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον κατείχεθʼ, ὥς φησʼ αὐτός, οὐκ ἐλεύθερος, ἀλλʼ ἐμποληθείς· τοῦ λόγου δʼ οὐ χρὴ φθόνον, γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ. κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει. χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν ὥσθʼ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν,