χώρας ἀπείη κἀνιαύσιον βεβώς, τότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ ἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλος τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ. τοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένα τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων, ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη. καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών· ὥσθʼ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν πάντων ἀρίστου φωτὸς ἐστερημένην. Χορός εὐφημίαν νῦν ἴσχʼ· ἐπεὶ καταστεφῆ στείχονθʼ ὁρῶ τινʼ ἄνδρα πρὸς χαρὰν λόγων. Ἄγγελος δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον καὶ ζῶντʼ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης ἄγοντʼ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις. Δηιάνειρα τίνʼ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον; Ἄγγελος τάχʼ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ. Δηιάνειρα καὶ τοῦ τόδʼ ἀστῶν ἢ ξένων μαθὼν λέγεις; Ἄγγελος ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ Λίχας ὁ κῆρυξ ταῦτα· τοῦδʼ ἐγὼ κλύων ἀπῇξʼ, ὅπως τοι πρῶτος ἀγγείλας τάδε πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν. Δηιάνειρα αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ; Ἄγγελος οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι. κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς