<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1">λόγος μέν ἐστʼ ἀρχαῖος ἀνθρώπων φανείς,</l><l n="2">ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθοις βροτῶν, πρὶν ἂν</l><l n="3">θάνῃ τις, οὔτʼ εἰ χρηστὸς οὔτʼ εἴ τῳ κακός·</l><l n="4">ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,</l><l n="5">ἔξοιδʼ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,</l><l n="6">ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως</l><l n="7">ναίουσʼ ἔτʼ ἐν Πλευρῶνι νυμφείων ὄκνον</l><l n="8">ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.</l><l n="9">μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,</l><l n="10">ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,</l><l n="11">φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλος</l><l n="12">δράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ κύτει</l><l n="13">βούπρῳρος· ἐκ δὲ δασκίου γενειάδος</l><l n="14">κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.</l><l n="15">τοιόνδʼ ἐγὼ μνηστῆρα προσδεδεγμένη</l><l n="16">δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,</l><l n="17">πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.</l><l n="18">χρόνῳ δʼ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,</l><l n="19">ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς·</l><l n="20">ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης</l><l n="21">ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων</l><l n="22">οὐκ ἂν διείποιμʼ· οὐ γὰρ οἶδʼ· ἀλλʼ ὅστις ἦν</l><l n="23">θακῶν ἀταρβὴς τῆς θέας, ὅδʼ ἂν λέγοι·</l><l n="24">ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ</l><l n="25">μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.</l><l n="26">τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς,</l><l n="27">εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν</l><l n="28">ξυστᾶσʼ ἀεί τινʼ ἐκ φόβου φόβον τρέφω,</l><l n="29">κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει</l><l n="30">καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.</l></sp></div></div></body></text></TEI>