διὸ δὴ καὶ πρὸς ὑμᾶς ἀεὶ προσιέναι διανοούμενος ὀκνηρῶς εἶχεν, οὐχ ὡς ἅπαντας ὁμοίους εἶναι νομίζων τοὺς ὑπὲρ αὑτὸν ὄντας, ἀλλὰ διὰ τὰς πρὸς ἐκείνους γεγενημένας δυσχερείας καὶ πρὸς τὰς παρ’ ὑμῶν ἐλπίδας ἀθυμότερος ἦν, παραπλήσιον, ὡς ἐμοὶ δοκεῖ, πεπονθὼς τῶν πεπλευκότων τισίν, οἳ τὸ πρῶτον, ὅταν χρήσωνται χειμῶσιν, οὐκέτι θαρροῦντες εἰσβαίνουσιν εἰς θάλατταν, καίπερ εἰδότες ὅτι καὶ καλοῦ πλοῦ πολλάκις ἐπιτυχεῖν ἔστιν. οὐ μὴν ἀλλ’ ἐπειδὴ συνέστηκέ σοι, καλῶς ποιεῖ. λογίζομαι γὰρ αὐτῷ συνοίσειν,