<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="9"><p rend="align(indent)">ὧν ἐνθυμούμενον χρὴ μὴ τιμᾶν τὴν ἀνδρίαν τὴν μετ’ ἀνοίας ἀλογίστου καὶ φιλοτιμίας ἀκαίρου γιγνομένην, μηδὲ πολλῶν κινδύνων ἰδίων ὑπαρχόντων  ταῖς μοναρχίαις ἑτέρους ἀδόξους καὶ στρατιωτικοὺς αὑτῷ προσεξευρίσκειν, μηδ’ ἁμιλλᾶσθαι τοῖς ἢ βίου δυστυχοῦς ἀπαλλαγῆναι βουλομένοις ἢ μισθοφορᾶς ἕνεκα μείζονος εἰκῇ τοὺς κινδύνους προαιρουμένοις,</p></div><div type="textpart" subtype="section" n="10"><p>μηδ’ ἐπιθυμεῖν τοιαύτης δόξης, ἧς πολλοὶ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων τυγχάνουσιν, ἀλλὰ τῆς τηλικαύτης τὸ μέγεθος, ἣν μόνος ἂν τῶν νῦν ὄντων κτήσασθαι δυνηθείης·  μηδ’ ἀγαπᾶν λίαν τὰς τοιαύτας ἀρετὰς ὧν καὶ τοῖς φαύλοις μέτεστιν, ἀλλ’ ἐκείνας ὧν οὐδεὶς ἂν πονηρὸς κοινωνήσειεν· </p></div><div type="textpart" subtype="section" n="11"><p> μηδὲ ποιεῖσθαι πολέμους ἀδόξους καὶ χαλεπούς, ἐξὸν ἐντίμους καὶ ῥᾳδίους, μηδ’ ἐξ ὧν τοὺς μὲν οἰκειοτάτους εἰς λύπας καὶ φροντίδας καταστήσεις, τοὺς δ’ ἐχθροὺς ἐν ἐλπίσι μεγάλαις ποιήσεις, οἵας καὶ νῦν αὐτοῖς παρέσχες·  ἀλλὰ τῶν μὲν βαρβάρων, πρὸς οὓς νῦν πολεμεῖς, ἐπὶ τοσοῦτον ἐξαρκέσει σοι κρατεῖν, ὅσον ἐν ἀσφαλείᾳ καταστῆσαι τὴν σαυτοῦ χώραν, τὸν δὲ βασιλέα τὸν<note xml:lang="eng" resp="editor"><foreign xml:lang="grc">βασιλέα τὸν</foreign> is added by Blass: cf. Epist. 3. 5.</note> νῦν μέγαν προσαγορευόμενον καταλύειν ἐπιχειρήσεις, ἵνα τήν τε σαυτοῦ δόξαν μείζω ποιήσῃς καὶ τοῖς Ἕλλησιν ὑποδείξῃς πρὸς ὃν χρὴ πολεμεῖν.</p></div><div type="textpart" subtype="section" n="12"><p>πρὸ πολλοῦ δ’ ἂν ἐποιησάμην ἐπιστεῖλαί σοι ταῦτα πρὸ τῆς στρατείας, ἵν’ εἰ μὲν ἐπείσθης, μὴ τηλικούτῳ κινδύνῳ περιέπεσες, εἰ δ’ ἠπίστησας, μὴ συμβουλεύειν ἐδόκουν ταὐτὰ τοῖς ἤδη διὰ τὸ πάθος ὑπὸ πάντων ἐγνωσμένοις, ἀλλὰ τὸ συμβεβηκὸς ἐμαρτύρει τοὺς λόγους ὀρθῶς ἔχειν τοὺς ὑπ’ ἐμοῦ περὶ αὐτῶν εἰρημένους.</p></div></div></body></text></TEI>