καὶ μηδὲν μεῖζον ἀγαθὸν τῆς σωτηρίας ὑπολαμβάνειν, ἵνα καὶ τὰς νίκας τὰς συμβαινούσας κατὰ τρόπον διοικῇς καὶ τὰς ἀτυχίας τὰς συμπιπτούσας ἐπανορθοῦν δύνῃ. καὶ τὰς δύνῃ is added by G: Blass omits, as does Mathieu. ἴδοις δ’ ἂν καὶ Λακεδαιμονίους περὶ τῆς τῶν βασιλέων σωτηρίας πολλὴν ἐπιμέλειαν ποιουμένους καὶ τοὺς ἐνδοξοτάτους τῶν πολιτῶν φύλακας αὐτῶν καθιστάντας, οἷς αἴσχιόν ἐστιν ἐκείνους τελευτήσαντας περιιδεῖν ἢ τὰς ἀσπίδας ἀποβαλεῖν. ἀλλὰ μὴν οὐδ’ ἐκεῖνά σε λέληθεν ἃ Θέρξῃ τε τῷ καταδουλώσασθαι τοὺς Ἕλληνας βουληθέντι καὶ Κύρῳ τῷ τῆς βασιλείας ἀμφισβητήσαντι συνέπεσεν. ὁ μὲν γὰρ τηλικαύταις ἥτταις καὶ συμφοραῖς περιπεσών, ἡλίκας οὐδεὶς οἶδεν ἄλλοις γενομένας, διὰ τὸ περιποιῆσαι τὴν αὑτοῦ ψυχὴν τήν τε βασιλείαν κατέσχε καὶ τοῖς παισὶ τοῖς αὑτοῦ παρέδωκε καὶ τὴν Ἀσίαν οὕτω διῴκησεν ὥστε μηδὲν ἧττον αὐτὴν εἶναι φοβερὰν τοῖς Ἕλλησιν ἢ πρότερον· Κῦρος δὲ νικήσας ἅπασαν τὴν βασιλέως δύναμιν καὶ κρατήσας ἂν τῶν πραγμάτων, εἰ μὴ διὰ τὴν αὑτοῦ προπέτειαν, οὐ μόνον αὑτὸν ἀπεστέρησε τηλικαύτης δυναστείας, ἀλλὰ καὶ τοὺς συνακολουθήσαντας εἰς τὰς ἐσχάτας συμφορὰς κατέστησεν. ἔχοιμι δ’ ἂν παμπληθεῖς εἰπεῖν οἳ μεγάλων στρατοπέδων ἡγεμόνες γενόμενοι διὰ τὸ προδιαφθαρῆναι πολλὰς μυριάδας αὑτοῖς συναπώλεσαν. ὧν ἐνθυμούμενον χρὴ μὴ τιμᾶν τὴν ἀνδρίαν τὴν μετ’ ἀνοίας ἀλογίστου καὶ φιλοτιμίας ἀκαίρου γιγνομένην, μηδὲ πολλῶν κινδύνων ἰδίων ὑπαρχόντων ταῖς μοναρχίαις ἑτέρους ἀδόξους καὶ στρατιωτικοὺς αὑτῷ προσεξευρίσκειν, μηδ’ ἁμιλλᾶσθαι τοῖς ἢ βίου δυστυχοῦς ἀπαλλαγῆναι βουλομένοις ἢ μισθοφορᾶς ἕνεκα μείζονος εἰκῇ τοὺς κινδύνους προαιρουμένοις, μηδ’ ἐπιθυμεῖν τοιαύτης δόξης, ἧς πολλοὶ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων τυγχάνουσιν, ἀλλὰ τῆς τηλικαύτης τὸ μέγεθος, ἣν μόνος ἂν τῶν νῦν ὄντων κτήσασθαι δυνηθείης· μηδ’ ἀγαπᾶν λίαν τὰς τοιαύτας ἀρετὰς ὧν καὶ τοῖς φαύλοις μέτεστιν, ἀλλ’ ἐκείνας ὧν οὐδεὶς ἂν πονηρὸς κοινωνήσειεν·