<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="5"><p rend="align(indent)">ἡγοῦμαι δέ σοι συμφέρειν μιμεῖσθαι τὰς πόλεις,  ὃν τρόπον διοικοῦσι τὰ περὶ τοὺς πολέμους. ἅπασαι γάρ, ὅταν στρατόπεδον ἐκπέμπωσιν, εἰώθασι τὸ κοινὸν καὶ τὸ βουλευσόμενον ὑπὲρ τῶν ἐνεστώτων εἰς ἀσφάλειαν καθιστάναι·  διὸ δὴ συμβαίνει μὴ μιᾶς ἀτυχίας συμπεσούσης ἀνῃρῆσθαι καὶ τὴν δύναμιν αὐτῶν, ἀλλὰ πολλὰς ὑποφέρειν δύνασθαι συμφορὰς καὶ πάλιν αὑτὰς ἐκ τούτων ἀναλαμβάνειν. ὃ καὶ σὲ δεῖ σκοπεῖν,</p></div><div type="textpart" subtype="section" n="6"><p>καὶ μηδὲν μεῖζον ἀγαθὸν τῆς σωτηρίας ὑπολαμβάνειν, ἵνα καὶ τὰς νίκας τὰς συμβαινούσας κατὰ τρόπον διοικῇς καὶ τὰς ἀτυχίας τὰς συμπιπτούσας ἐπανορθοῦν δύνῃ.<note xml:lang="eng" resp="editor"><foreign xml:lang="grc">καὶ τὰς <gap reason="ellipsis"/> δύνῃ</foreign> is added by G: Blass omits, as does Mathieu.</note> ἴδοις δ’ ἂν καὶ Λακεδαιμονίους περὶ τῆς τῶν βασιλέων σωτηρίας πολλὴν ἐπιμέλειαν ποιουμένους καὶ τοὺς ἐνδοξοτάτους τῶν πολιτῶν φύλακας αὐτῶν καθιστάντας, οἷς αἴσχιόν ἐστιν ἐκείνους τελευτήσαντας περιιδεῖν ἢ τὰς ἀσπίδας ἀποβαλεῖν.</p></div><div type="textpart" subtype="section" n="7"><p>ἀλλὰ μὴν οὐδ’ ἐκεῖνά σε λέληθεν ἃ Θέρξῃ τε τῷ καταδουλώσασθαι τοὺς Ἕλληνας βουληθέντι καὶ Κύρῳ τῷ τῆς βασιλείας ἀμφισβητήσαντι συνέπεσεν. ὁ μὲν γὰρ τηλικαύταις ἥτταις καὶ συμφοραῖς περιπεσών, ἡλίκας οὐδεὶς οἶδεν ἄλλοις γενομένας, διὰ τὸ περιποιῆσαι τὴν αὑτοῦ ψυχὴν τήν τε βασιλείαν κατέσχε καὶ τοῖς παισὶ τοῖς αὑτοῦ παρέδωκε καὶ τὴν Ἀσίαν οὕτω διῴκησεν ὥστε μηδὲν ἧττον αὐτὴν εἶναι φοβερὰν τοῖς Ἕλλησιν ἢ πρότερον· </p></div><div type="textpart" subtype="section" n="8"><p> Κῦρος δὲ νικήσας ἅπασαν τὴν βασιλέως δύναμιν καὶ κρατήσας ἂν τῶν πραγμάτων, εἰ μὴ διὰ τὴν αὑτοῦ προπέτειαν, οὐ μόνον αὑτὸν ἀπεστέρησε τηλικαύτης δυναστείας, ἀλλὰ καὶ τοὺς συνακολουθήσαντας εἰς τὰς ἐσχάτας συμφορὰς κατέστησεν. ἔχοιμι δ’ ἂν παμπληθεῖς εἰπεῖν οἳ μεγάλων στρατοπέδων ἡγεμόνες γενόμενοι διὰ τὸ προδιαφθαρῆναι πολλὰς μυριάδας αὑτοῖς συναπώλεσαν.</p></div></div></body></text></TEI>