<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="21"><p>πολὺ γὰρ κάλλιόν ἐστι τὰς εὐνοίας τὰς τῶν πόλεων αἱρεῖν ἢ τὰ τείχη. τὰ μὲν γὰρ τοιαῦτα τῶν ἔργων οὐ μόνον ἔχει φθόνον, ἀλλὰ καὶ τῶν τοιούτων τὴν αἰτίαν τοῖς στρατοπέδοις ἀνατιθέασιν·  ἢν δὲ τὰς οἰκειότητας καὶ τὰς εὐνοίας κτήσασθαι δυνηθῇς, ἅπαντες τὴν σὴν διάνοιαν ἐπαινέσονται.</p></div><div type="textpart" subtype="section" n="22"><p rend="align(indent)">δικαίως δ’ ἄν μοι πιστεύοις οἷς εἴρηκα περὶ τῆς πόλεως·  φανήσομαι γὰρ οὔτε κολακεύειν αὐτὴν ἐν τοῖς λόγοις εἰθισμένος, ἀλλὰ πλεῖστα πάντων ἐπιτετιμηκώς, οὔτ’ εὖ παρὰ τοῖς πολλοῖς καὶ τοῖς εἰκῇ δοκιμάζουσι φερόμενος, ἀλλ’ ἀγνοούμενος ὑπ’ αὐτῶν καὶ φθονούμενος ὥσπερ σύ. πλὴν τοσοῦτον διαφέρομεν, ὅτι πρὸς σὲ μὲν διὰ τὴν δύναμιν καὶ τὴν εὐδαιμονίαν οὕτως ἔχουσι, πρὸς δ’ ἐμέ, διότι προσποιοῦμαι τὸ βέλτιον αὐτῶν φρονεῖν καὶ πλείους ὁρῶσιν ἐμοὶ διαλέγεσθαι βουλομένους ἢ σφίσιν αὐτοῖς.</p></div><div type="textpart" subtype="section" n="23"><p>ἠβουλόμην δ’ ἂν ἡμῖν ὁμοίως ῥᾴδιον εἶναι τὴν δόξαν ἣν ἔχομεν παρ’ αὐτοῖς διαφεύγειν. νῦν δὲ σὺ μὲν οὐ χαλεπῶς, ἢν βουληθῇς, αὐτὴν διαλύσεις, ἐμοὶ δ’ ἀνάγκη καὶ διὰ τὸ γῆρας καὶ δι’  ἄλλα πολλὰ στέργειν τοῖς παροῦσιν.</p></div><div type="textpart" subtype="section" n="24"><p rend="align(indent)"> οὐκ οἶδ’ ὅ τι δεῖ πλείω λέγειν πλὴν τοσοῦτον,  ὅτι καλόν ἐστι τὴν βασιλείαν καὶ τὴν εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν παρακαταθέσθαι τῇ τῶν Ἑλλήνων εὐνοίᾳ.</p></div></div></body></text></TEI>