<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="13"><p rend="align(indent)">πολλὰ δ’ ἔχων εἰπεῖν διὰ τὴν τοῦ πράγματος φύσιν παύσομαι λέγων·  οἶμαι γὰρ καὶ σὲ καὶ τῶν ἑταίρων τοὺς σπουδαιοτάτους ῥᾳδίως ὁπόσ’ ἂν βούλησθε προσθήσειν τοῖς εἰρημένοις. πρὸς δὲ τούτοις φοβοῦμαι τὴν ἀκαιρίαν·  καὶ γὰρ νῦν κατὰ μικρὸν προϊὼν ἔλαθον ἐμαυτὸν οὐκ εἰς ἐπιστολῆς συμμετρίαν ἀλλ’ εἰς λόγου μῆκος ἐξοκείλας.</p></div><div type="textpart" subtype="section" n="14"><p rend="align(indent)">οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων οὐ  παραλειπτέον ἐστὶ τὰ περὶ τῆς πόλεως, ἀλλὰ πειρατέον παρακαλέσαι σε πρὸς τὴν οἰκειότητα καὶ τὴν χρῆσιν αὐτῆς. οἶμαι γὰρ πολλοὺς εἶναι τοὺς ἀπαγγέλλοντας καὶ λέγοντας οὐ μόνον τὰ δυσχερέστατα τῶν περὶ σοῦ παρ’ ἡμῖν εἰρημένων, ἀλλὰ καὶ παρ’ αὑτῶν προστιθέντας·  οἷς οὐκ εἰκὸς προσέχειν τὸν νοῦν.</p></div><div type="textpart" subtype="section" n="15"><p>καὶ γὰρ ἂν ἄτοπον ποιοίης, εἰ τὸν μὲν δῆμον τὸν ἡμέτερον ψέγοις ὅτι ῥᾳδίως πείθεται τοῖς διαβάλλουσιν, αὐτὸς δὲ φαίνοιο πιστεύων τοῖς τὴν τέχνην ταύτην ἔχουσι, καὶ μὴ γιγνώσκοις ὡς ὅσῳπερ ἂν τὴν πόλιν εὐαγωγοτέραν ὑπὸ τῶν τυχόντων οὖσαν ἀποφαίνωσι, τοσούτῳ μᾶλλόν σοι συμφερόντως ἔχουσαν αὐτὴν ἐπιδεικνύουσιν. εἰ γὰρ οἱ μηδὲν ἀγαθὸν οἷοί τ’ ὄντες ποιῆσαι διαπράττονται τοῖς λόγοις ὅ τι ἂν βουληθῶσιν, ἦ που σέ γε προσήκει τὸν πλεῖστ’ ἂν ἔργῳ δυνάμενον εὐεργετῆσαι μηδενὸς ἀποτυχεῖν παρ’ ἡμῶν.</p></div><div type="textpart" subtype="section" n="16"><p rend="align(indent)">ἡγοῦμαι δὲ δεῖν πρὸς μὲν τοὺς πικρῶς τῆς πόλεως ἡμῶν κατηγοροῦντας ἐκείνους ἀντιτάττεσθαι τοὺς πάντα τἀναντί’ εἶναι<note xml:lang="eng" resp="editor"><foreign xml:lang="grc">πάντα τἀναντἴ εἶναι</foreign> Capps, following Corais: <foreign xml:lang="grc">πάντα τε ταῦτ’ εἶναι</foreign> (GE) is read by Blass, although he thinks it corrupt: Post suggests <foreign xml:lang="grc">τοὺς σπάνιά τε ταῦτ’ εἶναι.</foreign> </note> λέγοντας καὶ τοὺς μήτε μεῖζον μήτ’ ἔλαττον αὐτὴν ἠδικηκέναι φάσκοντας· ἐγὼ δ’ οὐδὲν ἂν εἴποιμι τοιοῦτον· αἰσχυνθείην γὰρ ἄν, εἰ τῶν ἄλλων μηδὲ τοὺς θεοὺς ἀναμαρτήτους εἶναι νομιζόντων αὐτὸς τολμῴην λέγειν, ὡς οὐδὲν πώποθ’ ἡ πόλις ἡμῶν πεπλημμέληκεν.</p></div></div></body></text></TEI>