περί τε γὰρ τὰς διατριβὰς τὰς αὐτὰς γεγόναμεν καὶ τῇ τέχνῃ πολλάκις αὐτοῦ κέχρημαι καὶ τὸ τελευταῖον περὶ τῆς ἀποδημίας τῆς ὡς σὲ σύμβουλος ἐγενόμην αὐτῷ. διὰ δὴ ταῦτα πάντα βουλοίμην ἄν σε καλῶς αὐτῷ χρήσασθαι καὶ συμφερόντως ἀμφοτέροις ἡμῖν, ἡμῖν· ὑμῖν ΕΓߤ1ߤ is read by Blass. καὶ γενέσθαι φανερόν, ὅτι μέρος τι καὶ δι’ ἐμὲ γίγνεταί τι τῶν δεόντων αὐτῷ. καὶ μὴ θαυμάσῃς, εἰ σοὶ μὲν οὕτως ἐπιστέλλω προθύμως, Κλεάρχου δὲ μηδὲν πώποτ’ ἐδεήθην. σχεδὸν γὰρ ἅπαντες οἱ παρ’ ὑμῶν καταπλέοντες σὲ μὲν ὅμοιόν φασιν εἶναι τοῖς βελτίστοις τῶν ἐμοὶ πεπλησιακότων, Κλέαρχον δὲ κατὰ μὲν ἐκεῖνον τὸν χρόνον, ὅτ’ ἦν παρ’ ἡμῖν, ὡμολόγουν, ὅσοι περ ἐνέτυχον, ἐλευθεριώτατον εἶναι καὶ πραότατον καὶ φιλανθρωπότατον τῶν μετεχόντων τῆς διατριβῆς· ἐπειδὴ δὲ τὴν δύναμιν ἔλαβε, τοσοῦτον ἔδοξε μεταπεσεῖν ὥστε πάντας θαυμάζειν τοὺς πρότερον αὐτὸν γιγνώσκοντας. πρὸς μὲν οὖν ἐκεῖνον διὰ ταύτας τὰς αἰτίας ἀπηλλοτριώθην· σὲ δ’ ἀποδέχομαι καὶ πρὸ πολλοῦ ποιησαίμην ἂν οἰκείως διατεθῆναι πρὸς ἡμᾶς. δηλώσεις δὲ καὶ σὺ διὰ ταχέων, εἰ τὴν αὐτὴν γνώμην ἔχεις ἡμῖν· αὐτοκράτορός τε γὰρ ἐπιμελήσει καὶ πέμψεις ἐπιστολὴν ὡς ἡμᾶς, ἀνανεούμενος τὴν φιλίαν καὶ ξενίαν τὴν πρότερον ὑπάρχουσαν. ἔρρωσο, κἄν του δέῃ τῶν παρ’ ἡμῖν, ἐπίστελλε.