ἔτι δ’ ἂν πλείω σοι περὶ τούτων διελέχθην, ἴσως δ’ ἂν καὶ χαριέστερον, εἰ μὴ παντάπασιν ἔδει με διὰ ταχέων γράψαι τὴν ἐπιστολήν. νῦν δὲ σοὶ μὲν αὖθις συμβουλεύσομεν, ἂν μὴ κωλύσῃ με τὸ γῆρας, ἐν δὲ τῷ παρόντι περὶ τῶν ἰδίων δηλώσομεν. αὐτοκράτωρ γὰρ ὁ τὰ γράμματα φέρων οἰκείως ἡμῖν ἔχει·