ἐνοχλεῖν νομίζουσιν, ἀλλ’ ὅμως ἅπαντα ταῦτα προειδὼς τῶν μὲν πρὸς χάριν ἂν ῥηθέντων ἀπεσχόμην, περὶ δὲ τοιούτων μέλλω λέγειν, περὶ ὧν οὐδεὶς ἂν ἄλλος τολμήσειεν, ἡγούμενος δεῖν τοὺς ἐπιεικείας καὶ φρονήσεως ἀμφισβητοῦντας μὴ τοὺς ῥᾴστους προαιρεῖσθαι τῶν λόγων, ἀλλὰ τοὺς ἐργωδεστάτους, μηδὲ τοὺς ἡδίστους τοῖς ἀκούουσιν, ἀλλ’ ἐξ ὧν ὠφελήσουσι καὶ τὰς πόλεις τὰς αὑτῶν τοὺς ἄλλους Ἕλληνας· ἐφ’ οἷσπερ ἐγὼ τυγχάνω νῦν ἐφεστηκώς.