τίς δ’ ἂν ἠπόρησε, διεξιέναι βουληθεὶς τὴν ἀνδρίαν ὅλης τῆς πόλεως καὶ σωφροσύνην καὶ πολιτείαν τὴν ὑπὸ τῶν προγόνων τῶν ὑμετέρων συνταχθεῖσαν; πόσοις δ’ ἂν λόγοις ἐξεγένετο χρήσασθαι περὶ τὴν φρόνησιν τοῦ σοῦ πατρὸς καὶ τὴν ἐν ταῖς συμφοραῖς διοίκησιν καὶ τὴν μάχην τὴν ἐν τῇ πόλει γενομένην ἧς ἡγεμὼν σὺ καταστὰς καὶ μετ’ ὀλίγων πρὸς πολλοὺς κινδυνεύσας καὶ πάντων διενεγκὼν αἴτιος ἐγένου τῇ πόλει τῆς σωτηρίας, οὗ κάλλιον ἔργον οὐδεὶς ἂν ἐπιδείξειεν; οὔτε γὰρ πόλεις ἑλεῖν οὔτε πολλοὺς ἀποκτεῖναι τῶν πολεμίων οὕτω μέγα καὶ σεμνόν ἐστιν ὡς ἐκ τῶν τοιούτων κινδύνων σῶσαι τὴν πατρίδα, μὴ τὴν τυχοῦσαν ἀλλὰ τὴν τοσοῦτον ἐπ’ ἀρετῇ διενεγκοῦσαν. περὶ ὧν μὴ κομψῶς, ἀλλ’ ἁπλῶς διελθών, μηδὲ τῇ λέξει κοσμήσας, ἀλλ’ ἐξαριθμήσας μόνον καὶ χύδην εἰπὼν οὐδεὶς ὅστις οὐκ ἂν εὐδοκιμήσειεν. ἐγὼ τοίνυν δυνηθεὶς ἂν καὶ περὶ τούτων ἐξαρκούντως διαλεχθῆναι, κἀκεῖνο γιγνώσκων, πρῶτον μὲν ὅτι ῥᾷόν ἐστι περὶ τῶν γεγενημένων εὐπόρως ἐπιδραμεῖν ἢ περὶ τῶν μελλόντων νουνεχόντως εἰπεῖν, ἔπειθ’ ὅτι πάντες ἄνθρωποι πλείω χάριν ἔχουσι τοῖς ἐπαινοῦσιν ἢ τοῖς συμβουλεύουσι, τοὺς μὲν γὰρ ὡς εὔνους ὄντας ἀποδέχονται, τοὺς δ’ ἂν μὴ κελευσθέντες παραινῶσιν,