<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div xml:lang="grc" type="edition" n="urn:cts:greekLit:tlg0010.tlg022.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p>πρὸς δὲ τούτοις κἀκεῖνο πᾶσι φανερόν, ὅτι τοῖς μὲν ἐπιδείξεως δεομένοις αἱ πανηγύρεις ἁρμόττουσιν, ἐκεῖ γὰρ ἄν τις ἐν πλείστοις τὴν αὑτοῦ δύναμιν διασπείρειεν, τοῖς δὲ διαπράξασθαί τι βουλομένοις πρὸς τοῦτον διαλεκτέον, ὅστις τάχιστα μέλλει τὰς πράξεις ἐπιτελεῖν τὰς ὑπὸ τοῦ λόγου δηλωθείσας.</p></div><div type="textpart" subtype="section" n="7"><p>εἰ μὲν οὖν μιᾷ τινι τῶν πόλεων εἰσηγούμην, πρὸς τοὺς ἐκείνης προεστῶτας τοὺς λόγους ἂν ἐποιούμην·  ἐπειδὴ δ’ ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας παρεσκεύασμαι συμβουλεύειν, πρὸς τίν’ ἂν δικαιότερον διαλεχθείην ἢ πρὸς τὸν πρωτεύοντα τοῦ γένους καὶ μεγίστην ἔχοντα δύναμιν;</p></div><div type="textpart" subtype="section" n="8"><p rend="align(indent)">καὶ μὴν οὐδ’ ἀκαίρως φανησόμεθα μεμνημένοι περὶ τούτων. ὅτε μὲν γὰρ Λακεδαιμόνιοι τὴν ἀρχὴν εἶχον, οὐ ῥᾴδιον ἦν ἐπιμεληθῆναί σοι τῶν περὶ τὸν τόπον τὸν ἡμέτερον, οὐδὲ τούτοις ἐναντία πράττειν ἄμα καὶ Καρχηδονίοις πολεμεῖν·  ἐπειδὴ δὲ Λακεδαιμόνιοι μὲν οὕτω πράττουσιν ὥστ’ ἀγαπᾶν, ἢν τὴν χώραν τὴν αὑτῶν ἔχωσιν, ἡ δ’ ἡμετέρα πόλις ἡδέως ἂν αὑτήν σοι παράσχοι συναγωνιζομένην, εἴ τι πράττοις ὑπὲρ τῆς Ἑλλάδος ἀγαθόν, πῶς ἂν παραπέσοι καλλίων καιρὸς τοῦ νῦν σοι παρόντος;</p></div><div type="textpart" subtype="section" n="9"><p rend="align(indent)">καὶ μὴ θαυμάσῃς,  εἰ μήτε δημηγορῶν μήτε στρατηγῶν μήτ’ ἄλλως δυνάσης ὢν οὕτως ἐμβριθὲς  αἴρομαι πρᾶγμα καὶ δυοῖν ἐπιχειρῶ τοῖν μεγίστοιν, ὑπέρ τε τῆς Ἑλλάδος λέγειν καὶ σοὶ συμβουλεύειν. ἐγὼ γὰρ τοῦ μὲν πράττειν τι τῶν κοινῶν εὐθὺς ἐξέστην, δι’  ἃς δὲ προφάσεις πολὺ ἂν ἔργον εἴη μοι λέγειν, τῆς δὲ παιδεύσεως τῆς τῶν μὲν μικρῶν καταφρονούσης, τῶν δὲ μεγάλωι ἐφικνεῖσθαι πειρωμένης οὐκ ἂν φανείην ἄμοιρος γεγενημένος.</p></div><div type="textpart" subtype="section" n="10"><p>ὥστ’ οὐδὲν ἄτοπον, εἴ τι τῶν συμφερόντων ἰδεῖν ἂν μᾶλλον δυνηθείην τῶν εἰκῇ μὲν πολιτευομένων, μεγάλην δὲ δόξαν εἰληφότων δηλώσομεν δ’ οὐκ εἰς ἀναβολάς, εἴ τινος ἄξιοι τυγχάνομεν ὄντες, ἀλλ’ ἐκ τῶν ῥηθήσεσθαι μελλόντων<gap reason="lost" rend=" . . . "/>
                    </p></div></div></body></text></TEI>